Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν
καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν
. (24 )Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ
ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν
, λέγοντες
περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον
, οἷς οὐ διεστειλάμεθα, (25 )ἔδοξεν ἡμῖν
γενομένοις ὁμοθυμαδὸν
, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς
ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ
, (26 )ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ
ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
. (27) ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ
Σίλαν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά
. (28 )ἔδοξεν γὰρ τῷ ἁγίῳ
Πνεύματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων
,
(29)
ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν
διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
Aucun commentaire:
Enregistrer un commentaire
Please be serious, if you are polite in your everyday life, be on this blogsite too. Do to them which you would like they do to you. I do not want to moderate, and this because I think we are among clever people.
And I have matter to answer to those that would have not understood. God bless...